Τὸ μάθημα τοῦτο εἶνε δεύτερον. Τί μάθημα εἶνε τοῦτο, πρῶτον ἤ δεύτερον; Τί γράμμα εἶνε πρῶτον, τὸ Α ἤ τὸ Β; Τὸ γράμμα Β εἶνε δεύτερον, τὸ γράμμα Α εἶνε πρῶτον.
Τοῦτο [] εἶνε μία γραμμή· [] δύο γραμμαί· [] τρεῖς γραμμαί· [] τέσσαρες γραμμαί. Πόσαι γραμμαὶ εἶνε αὗται; Πόσαι αὗται;
Τοῦτο [] εἶνε εἷς κύκλος· οὗτοι [] εἶνε δύο κύκλοι. οὗτοι [] εἶνε τρεῖς κύκλοι· οὗτοι [] εἶνε τέσσαρες κύκλοι.
Τοῦτο [] εἶνε ἒν τετράγωνον· ταῦτα [] εἶνε δύο τετράγωνα· ταῦτα [] εἶνε τρία τετράγωνα· ταῦτα [] εἶνε τέσσαρα τετράγωνα.
Τὸ γράμμα Α εἶνε πρῶτον, τὸ Β δεύτερον, τὸ Γ τρίτον, τὸ Δ τέταρτον. Α Β εἶνε δύο γράμματα, Α Β Γ εἶνε τρία γράμματα, Α Β Γ Δ εἶνε τέσσαρα γράμματα. Τί γράμμα εἶνε πρῶτον, τί δεύτερον, τί τρίτον, τί τέταρτον;
1ος 2ος 3ος 4ος
Ὁ πρῶτος κύκλος εἶνε μικρὸς, ὁ δεύτερος μέγας, ὁ τρίτος μικρὸς, ὁ τέταρτος μέγας.
Ἡ πρώτη στιγμὴ εἶνε μικρὰ, ἡ δευτέρα μεγάλη, ἡ τρίτη μικρὰ, ἡ τετάρτη μεγάλη.
Τίνος εἴδους εἶνε αἱ δύο πρῶται γραμμαί; Τίνος εἴδους αἱ δεύτεραι; Τίνος αἱ τρίται; Αἱ τέταρται;
Αὗται [] εἶνε τρεῖς γραμμαί. Ἡ πρώτην γραμμὴ εἶνε ὁριζόντιος· ἡ δευτέρα εἶνε πλαγία, ἡ δὲ τρίτη εἶνε κάθετος.
Αὗται [] εἶνε τρεῖς γραμμαὶ ὁριζόντιοι, αὗται [] εἶνε δύο πλάγιαι, αὗται δὲ [] τέσσαρες κάθετοι.
Αὗται [] εἶνε τρεῖς στιγμαὶ κάθετοι· ταῦτα [] εἶνε τρία τετράγωνα ὁριζόντια· οὗτοι [] εἶνε τρεῖς κύκλοι πλάγιοι.
Οὗτοι [] εἶνε δύο κύκλοι· τίς τῶν δύο εἶνε μικρός; Οὐδέτερος εἶνε μικρὸς, ἀμφότεροι εἶνε μεγάλοι. Αὗται [] εἶνε δύο γραμμαί. Τίς τῶν δύο εἶνε λεπτή; Οὐδετέρα εἶνε λεπτή.
Σχηματισμὸς τοῦ Πληθυντικοῦ Ἀριθμοῦ
Formation of the Plural Number
Τὰ ἄρθρα, τὰ ὀνόματα, τὰ ἐπίθετα καὶ αἱ ἀντωνυμίαι σχηματίζουσι τὴν πληθυντικὴν ὀνομαστικὴν ὡς ἑξῆς. — (The articles, the nouns, the adjectives, and the pronouns form their nominative plural as follows.)
Ἄρθρα
Ἀριθμὸς | ἑνικός | (sing.) | Ἀριθμὸς | Πληθυντικός | (plur.) | |
---|---|---|---|---|---|---|
Ἀρσενικόν | Θηλυκόν | Οὐδέτερον | Ἀρσενικόν | Θηλυκόν | Οὐδέτερον | |
(m.) | (f.) | (n.) | (m.) | (f.) | (n.) | |
ὁ | ἡ | τό | ὁι | αἱ | τά | |
Ὀνόματα | ||||||
κύκλος | γραμμή | τετράγωνον | κύκλοι | γραμμαί | τετράγωνα | |
Ἐπίθετα | ||||||
μικρός | μικρά | μικρόν | μικροί | μικραί | μικρά | |
λεπτός | λεπτή | λεπτόν | λεπτοί | λεπταί | λεπτά | |
πρῶτος | πρώτη | πρῶτον | πρῶτοι | πρῶται | πρῶτα | |
δεύτερος | δευτέρα | δεύτερον | δεύτεροι | δεύτεραι | δεύτερα | |
Ἄλλα | (other) | Ἐπίθετα1 | ||||
βραχύς | βραχεῖα | βραχύ | βραχεῖς | βραχεῖαι | βραχέα | |
μέγας | μεγάλη | μέγα | μεγάλοι | μεγάλαι | μεγάλα | |
Ἀντωνυμίαι | ||||||
οὗτος | αὕτη | τοῦτο | οὗτοι | αὗται | ταῦτα | |
ἐκεῖνος | ἐκείνη | ἐκεῖνο | ἐκεῖνοι | ἐκεῖναι | ἐκεῖνα | |
τίς | τίς | τί | τίνες | τίνες | τίνα |
Ἀριθμητικά — Numerals
εἷς | μία | ἕν | one |
δύο | δύο | δύο | two |
τρεῖς | τρεῖς | τρία | three |
τέσσαρες | τέσσαρες | τέσσαρα | four |
How much? How many?
Ἑνικός | Πληθυντικός |
---|---|
πόσος | πόσοι |
πόση | πόσαι |
πόσον | πόσα |
Notes:
-
Εὐθύς and παχύς are formed like βραχύς. ↩